Psalms 51
1 ▼▼LXX: Psa.50:1
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ ▼▼LXX: Psa.50:2
ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεε. ▼▼LXX: Psa.50:3
Ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ανομημα μου· 2 ▼▼LXX: Psa.50:4
ἐπὶ πλεῖον πλῦνόν με. ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με 3 ▼▼LXX: Psa.50:5
ὅτι τὴν ἀνομίαν μού ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστιν διὰ παντός. 4 ▼▼LXX: Psa.50:6
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 5 ▼▼LXX: Psa.50:7
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. 6 ▼▼LXX: Psa.50:8
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 7 ▼▼LXX: Psa.50:9
ῥαντιεῖς με, ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 8 ▼▼LXX: Psa.50:10
ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. 9 ▼▼LXX: Psa.50:11
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 10 ▼▼LXX: Psa.50:12
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 11 ▼▼LXX: Psa.50:13
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. 12 ▼▼LXX: Psa.50:14
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. 13 ▼▼LXX: Psa.50:15
διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. 14 ▼▼LXX: Psa.50:16
ῥῦσαί με ἐξ αἱμάτων, ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 15 ▼▼LXX: Psa.50:17
κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 16 ▼▼LXX: Psa.50:18
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 17 ▼▼LXX: Psa.50:19
θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ εξουθενωσει 18 ▼▼LXX: Psa.50:20
ἀγάθυνον, κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ· 19 ▼▼LXX: Psa.50:21
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Copyright information for
LXX